menu.png
Passwort vergessen ?

Kapitel Ansicht

 (Index)


•••► •••►
Vers Text
1 ᾠδὴ τῶν ἀναβαθμῶν μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ
2 τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι μακάριος εἶ καὶ καλῶς σοι ἔσται
3 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου
4 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον
5 εὐλογήσαι σε κύριος ἐκ σιων καὶ ἴδοις τὰ ἀγαθὰ ιερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου
6 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου εἰρήνη ἐπὶ τὸν ισραηλ