menu.png
Passwort vergessen ?

Manueller Vergleich



•••► •••►
Vers English: King James Version Greek OT: LXX [A] Accented
1 So they brought the ark of God, and set it in the midst of the tent that David had pitched for it: and they offered burnt sacrifices and peace offerings before God. καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ δαυιδ καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ
2 And when David had made an end of offering the burnt offerings and the peace offerings, he blessed the people in the name of the LORD. καὶ συνετέλεσεν δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου
3 And he dealt to every one of Israel, both man and woman, to every one a loaf of bread, and a good piece of flesh, and a flagon of wine. καὶ διεμέρισεν παντὶ ἀνδρὶ ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην
4 And he appointed certain of the Levites to minister before the ark of the LORD, and to record, and to thank and praise the LORD God of Israel: καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν ισραηλ
5 Asaph the chief, and next to him Zechariah, Jeiel, and Shemiramoth, and Jehiel, and Mattithiah, and Eliab, and Benaiah, and Obed-edom: and Jeiel with psalteries and with harps; but Asaph made a sound with cymbals; ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτῷ ζαχαριας ιιηλ σεμιραμωθ ιιηλ ματταθιας ελιαβ καὶ βαναιας καὶ αβδεδομ καὶ ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ ασαφ ἐν κυμβάλοις ἀναφωνῶν
6 Benaiah also and Jahaziel the priests with trumpets continually before the ark of the covenant of God. καὶ βαναιας καὶ οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ
7 Then on that day David delivered first this psalm to thank the LORD into the hand of Asaph and his brethren. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ
8 Give thanks unto the LORD, call upon his name, make known his deeds among the people. ἐξομολογεῖσθε τῷ κυρίῳ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ
9 Sing unto him, sing psalms unto him, talk ye of all his wondrous works. ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν κύριος
10 Glory ye in his holy name: let the heart of them rejoice that seek the LORD. αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ
11 Seek the LORD and his strength, seek his face continually. ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός
12 Remember his marvellous works that he hath done, his wonders, and the judgments of his mouth; μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ
13 O ye seed of Israel his servant, ye children of Jacob, his chosen ones. σπέρμα ισραηλ παῖδες αὐτοῦ υἱοὶ ιακωβ ἐκλεκτοὶ αὐτοῦ
14 He is the LORD our God; his judgments are in all the earth. αὐτὸς κύριος ὁ θεὸς ἡμῶν ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ
15 Be ye mindful always of his covenant; the word which he commanded to a thousand generations; μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς
16 Even of the covenant which he made with Abraham, and of his oath unto Isaac; ὃν διέθετο τῷ αβρααμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ ισαακ
17 And hath confirmed the same to Jacob for a law, and to Israel for an everlasting covenant, ἔστησεν αὐτὸν τῷ ιακωβ εἰς πρόσταγμα τῷ ισραηλ διαθήκην αἰώνιον
18 Saying, Unto thee will I give the land of Canaan, the lot of your inheritance; λέγων σοὶ δώσω τὴν γῆν χανααν σχοίνισμα κληρονομίας ὑμῶν
19 When ye were but few, even a few, and strangers in it. ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ
20 And when they went from nation to nation, and from one kingdom to another people; καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον
21 He suffered no man to do them wrong: yea, he reproved kings for their sakes, οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
22 Saying, Touch not mine anointed, and do my prophets no harm. μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε
23 Sing unto the LORD, all the earth; shew forth from day to day his salvation. ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ
24 Declare his glory among the heathen; his marvellous works among all nations.
25 For great is the LORD, and greatly to be praised: he also is to be feared above all gods. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς
26 For all the gods of the people are idols: but the LORD made the heavens. ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν
27 Glory and honour are in his presence; strength and gladness are in his place. δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ
28 Give unto the LORD, ye kindreds of the people, give unto the LORD glory and strength. δότε τῷ κυρίῳ πατριαὶ τῶν ἐθνῶν δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν
29 Give unto the LORD the glory due unto his name: bring an offering, and come before him: worship the LORD in the beauty of holiness. δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ
30 Fear before him, all the earth: the world also shall be stable, that it be not moved. φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω
31 Let the heavens be glad, and let the earth rejoice: and let men say among the nations, The LORD reigneth. εὐφρανθήτω ὁ οὐρανός καὶ ἀγαλλιάσθω ἡ γῆ καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσιν κύριος βασιλεύων
32 Let the sea roar, and the fulness thereof: let the fields rejoice, and all that is therein. βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ
33 Then shall the trees of the wood sing out at the presence of the LORD, because he cometh to judge the earth. τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου ὅτι ἦλθεν κρῖναι τὴν γῆν
34 O give thanks unto the LORD; for he is good; for his mercy endureth for ever. ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
35 And say ye, Save us, O God of our salvation, and gather us together, and deliver us from the heathen, that we may give thanks to thy holy name, and glory in thy praise. καὶ εἴπατε σῶσον ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου
36 Blessed be the LORD God of Israel for ever and ever. And all the people said, Amen, and praised the LORD. εὐλογημένος κύριος ὁ θεὸς ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ ἐρεῖ πᾶς ὁ λαός αμην καὶ ᾔνεσαν τῷ κυρίῳ
37 So he left there before the ark of the covenant of the LORD Asaph and his brethren, to minister before the ark continually, as every day's work required: καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης κυρίου τὸν ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν
38 And Obed-edom with their brethren, threescore and eight; Obed-edom also the son of Jeduthun and Hosah to be porters: καὶ αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑξήκοντα καὶ ὀκτώ καὶ αβδεδομ υἱὸς ιδιθων καὶ οσσα εἰς πυλωρούς
39 And Zadok the priest, and his brethren the priests, before the tabernacle of the LORD in the high place that was at Gibeon, καὶ τὸν σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν βαμα τῇ ἐν γαβαων
40 To offer burnt offerings unto the LORD upon the altar of the burnt offering continually morning and evening, and to do according to all that is written in the law of the LORD, which he commanded Israel; τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου ὅσα ἐνετείλατο ἐφ' υἱοῖς ισραηλ ἐν χειρὶ μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ
41 And with them Heman and Jeduthun, and the rest that were chosen, who were expressed by name, to give thanks to the LORD, because his mercy endureth for ever; καὶ μετ' αὐτοῦ αιμαν καὶ ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ' ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
42 And with them Heman and Jeduthun with trumpets and cymbals for those that should make a sound, and with musical instruments of God. And the sons of Jeduthun were porters. καὶ μετ' αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ υἱοὶ ιδιθων εἰς τὴν πύλην
43 And all the people departed every man to his house: and David returned to bless his house. καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐπέστρεψεν δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ