Vers | English: King James Version | Greek OT: LXX [A] Accented |
1 | Through desire a man, having separated himself, seeketh and intermeddleth with all wisdom. | προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται |
2 | A fool hath no delight in understanding, but that his heart may discover itself. | οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ |
3 | When the wicked cometh, then cometh also contempt, and with ignominy reproach. | ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος |
4 | The words of a man's mouth are as deep waters, and the wellspring of wisdom as a flowing brook. | ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς |
5 | It is not good to accept the person of the wicked, to overthrow the righteous in judgment. | θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει |
6 | A fool's lips enter into contention, and his mouth calleth for strokes. | χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται |
7 | A fool's mouth is his destruction, and his lips are the snare of his soul. | στόμα ἄφρονος συντριβὴ αὐτῷ τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ |
8 | The words of a talebearer are as wounds, and they go down into the innermost parts of the belly. | ὀκνηροὺς καταβάλλει φόβος ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν |
9 | He also that is slothful in his work is brother to him that is a great waster. | ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν |
10 | The name of the LORD is a strong tower: the righteous runneth into it, and is safe. | ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται |
11 | The rich man's wealth is his strong city, and as an high wall in his own conceit. | ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει |
12 | Before destruction the heart of man is haughty, and before honour is humility. | πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός καὶ πρὸ δόξης ταπεινοῦται |
13 | He that answereth a matter before he heareth it, it is folly and shame unto him. | ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος |
14 | The spirit of a man will sustain his infirmity; but a wounded spirit who can bear? | θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει |
15 | The heart of the prudent getteth knowledge; and the ear of the wise seeketh knowledge. | καρδία φρονίμου κτᾶται αἴσθησιν ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν |
16 | A man's gift maketh room for him, and bringeth him before great men. | δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν |
17 | He that is first in his own cause seemeth just; but his neighbour cometh and searcheth him. | δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ ὡς δ' ἂν ἐπιβάλῃ ὁ ἀντίδικος ἐλέγχεται |
18 | The lot causeth contentions to cease, and parteth between the mighty. | ἀντιλογίας παύει κλῆρος ἐν δὲ δυνάσταις ὁρίζει |
19 | A brother offended is harder to be won than a strong city: and their contentions are like the bars of a castle. | ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον |
20 | A man's belly shall be satisfied with the fruit of his mouth; and with the increase of his lips shall he be filled. | ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται |
21 | Death and life are in the power of the tongue: and they that love it shall eat the fruit thereof. | θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς |
22 | Whoso findeth a wife findeth a good thing, and obtaineth favour of the LORD. | ὃς εὗρεν γυναῖκα ἀγαθήν εὗρεν χάριτας ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα |
23 | The poor useth intreaties; but the rich answereth roughly. | |
24 | A man that hath friends must shew himself friendly: and there is a friend that sticketh closer than a brother. | |
22 | ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν ἐκβάλλει τὰ ἀγαθά ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής |