Vers | English: King James Version | Greek OT: LXX [A] Accented |
1 | The king's heart is in the hand of the LORD, as the rivers of water: he turneth it whithersoever he will. | ὥσπερ ὁρμὴ ὕδατος οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ οὗ ἐὰν θέλων νεύσῃ ἐκεῖ ἔκλινεν αὐτήν |
2 | Every way of a man is right in his own eyes: but the LORD pondereth the hearts. | πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος κατευθύνει δὲ καρδίας κύριος |
3 | To do justice and judgment is more acceptable to the LORD than sacrifice. | ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα |
4 | An high look, and a proud heart, and the plowing of the wicked, is sin. | μεγαλόφρων ἐφ' ὕβρει θρασυκάρδιος λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία |
5 | The thoughts of the diligent tend only to plenteousness; but of every one that is hasty only to want. | |
6 | The getting of treasures by a lying tongue is a vanity tossed to and fro of them that seek death. | ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει ἐπὶ παγίδας θανάτου |
7 | The robbery of the wicked shall destroy them; because they refuse to do judgment. | ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια |
8 | The way of man is froward and strange: but as for the pure, his work is right. | πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ |
9 | It is better to dwell in a corner of the housetop, than with a brawling woman in a wide house. | κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ |
10 | The soul of the wicked desireth evil: his neighbour findeth no favour in his eyes. | ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τῶν ἀνθρώπων |
11 | When the scorner is punished, the simple is made wise: and when the wise is instructed, he receiveth knowledge. | ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος συνίων δὲ σοφὸς δέξεται γνῶσιν |
12 | The righteous man wisely considereth the house of the wicked: but God overthroweth the wicked for their wickedness. | συνίει δίκαιος καρδίας ἀσεβῶν καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς |
13 | Whoso stoppeth his ears at the cry of the poor, he also shall cry himself, but shall not be heard. | ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων |
14 | A gift in secret pacifieth anger: and a reward in the bosom strong wrath. | δόσις λάθριος ἀνατρέπει ὀργάς δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν |
15 | It is joy to the just to do judgment: but destruction shall be to the workers of iniquity. | εὐφροσύνη δικαίων ποιεῖν κρίμα ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις |
16 | The man that wandereth out of the way of understanding shall remain in the congregation of the dead. | ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται |
17 | He that loveth pleasure shall be a poor man: he that loveth wine and oil shall not be rich. | ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον |
18 | The wicked shall be a ransom for the righteous, and the transgressor for the upright. | περικάθαρμα δὲ δικαίου ἄνομος |
19 | It is better to dwell in the wilderness, than with a contentious and an angry woman. | κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου |
20 | There is treasure to be desired and oil in the dwelling of the wise; but a foolish man spendeth it up. | θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν |
21 | He that followeth after righteousness and mercy findeth life, righteousness, and honour. | ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν |
22 | A wise man scaleth the city of the mighty, and casteth down the strength of the confidence thereof. | πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφ' ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς |
23 | Whoso keepeth his mouth and his tongue keepeth his soul from troubles. | ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ |
24 | Proud and haughty scorner is his name, who dealeth in proud wrath. | θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται ὃς δὲ μνησικακεῖ παράνομος |
25 | The desire of the slothful killeth him; for his hands refuse to labour. | ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι |
26 | He coveteth greedily all the day long: but the righteous giveth and spareth not. | ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτίρει ἀφειδῶς |
27 | The sacrifice of the wicked is abomination: how much more, when he bringeth it with a wicked mind? | θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς |
28 | A false witness shall perish: but the man that heareth speaketh constantly. | μάρτυς ψευδὴς ἀπολεῖται ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει |
29 | A wicked man hardeneth his face: but as for the upright, he directeth his way. | ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ |
30 | There is no wisdom nor understanding nor counsel against the LORD. | οὐκ ἔστιν σοφία οὐκ ἔστιν ἀνδρεία οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ |
31 | The horse is prepared against the day of battle: but safety is of the LORD. | ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου παρὰ δὲ κυρίου ἡ βοήθεια |