menu.png
Passwort vergessen ?

Manueller Vergleich



•••► •••►
Vers English: King James Version Greek OT: LXX [A] Accented
1 Moreover the word of the LORD came to me, saying,
2 Go and cry in the ears of Jerusalem, saying, Thus saith the LORD; I remember thee, the kindness of thy youth, the love of thine espousals, when thou wentest after me in the wilderness, in a land that was not sown. καὶ εἶπεν τάδε λέγει κύριος ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ ισραηλ λέγει κύριος
3 Israel was holiness unto the LORD, and the firstfruits of his increase: all that devour him shall offend; evil shall come upon them, saith the LORD. ἅγιος ισραηλ τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ' αὐτούς φησὶν κύριος
4 Hear ye the word of the LORD, O house of Jacob, and all the families of the house of Israel: ἀκούσατε λόγον κυρίου οἶκος ιακωβ καὶ πᾶσα πατριὰ οἴκου ισραηλ
5 Thus saith the LORD, What iniquity have your fathers found in me, that they are gone far from me, and have walked after vanity, and are become vain? τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν
6 Neither said they, Where is the LORD that brought us up out of the land of Egypt, that led us through the wilderness, through a land of deserts and of pits, through a land of drought, and of the shadow of death, through a land that no man καὶ οὐκ εἶπαν ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς αἰγύπτου ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ ἐν γῇ ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου
7 And I brought you into a plentiful country, to eat the fruit thereof and the goodness thereof; but when ye entered, ye defiled my land, and made mine heritage an abomination. καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα
8 The priests said not, Where is the LORD? and they that handle the law knew me not: the pastors also transgressed against me, and the prophets prophesied by Baal, and walked after things that do not profit. οἱ ἱερεῖς οὐκ εἶπαν ποῦ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφῆται ἐπροφήτευον τῇ βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν
9 Wherefore I will yet plead with you, saith the LORD, and with your children's children will I plead. διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει κύριος καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι
10 For pass over the isles of Chittim, and see; and send unto Kedar, and consider diligently, and see if there be such a thing. διότι διέλθετε εἰς νήσους χεττιιμ καὶ ἴδετε καὶ εἰς κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα
11 Hath a nation changed their gods, which are yet no gods? but my people have changed their glory for that which doth not profit. εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν καὶ οὗτοι οὔκ εἰσιν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ ἐξ ἧς οὐκ ὠφεληθήσονται
12 Be astonished, O ye heavens, at this, and be horribly afraid, be ye very desolate, saith the LORD. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα λέγει κύριος
13 For my people have committed two evils; they have forsaken me the fountain of living waters, and hewed them out cisterns, broken cisterns, that can hold no water. ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν
14 Is Israel a servant? is he a homeborn slave? why is he spoiled? μὴ δοῦλός ἐστιν ισραηλ ἢ οἰκογενής ἐστιν διὰ τί εἰς προνομὴν ἐγένετο
15 The young lions roared upon him, and yelled, and they made his land waste: his cities are burned without inhabitant. ἐπ' αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι
16 Also the children of Noph and Tahapanes have broken the crown of thy head. καὶ υἱοὶ μέμφεως καὶ ταφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου
17 Hast thou not procured this unto thyself, in that thou hast forsaken the LORD thy God, when he led thee by the way? οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου
18 And now what hast thou to do in the way of Egypt, to drink the waters of Sihor? or what hast thou to do in the way of Assyria, to drink the waters of the river? καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ αἰγύπτου τοῦ πιεῖν ὕδωρ γηων καὶ τί σοι καὶ τῇ ὁδῷ ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν
19 Thine own wickedness shall correct thee, and thy backslidings shall reprove thee: know therefore and see that it is an evil thing and bitter, that thou hast forsaken the LORD thy God, and that my fear is not in thee, saith the Lord GOD of παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε καὶ γνῶθι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου καὶ οὐκ εὐδόκησα ἐπὶ σοί λέγει κύριος ὁ θεός σου
20 For of old time I have broken thy yoke, and burst thy bands; and thou saidst, I will not transgress; when upon every high hill and under every green tree thou wanderest, playing the harlot. ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας οὐ δουλεύσω ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου
21 Yet I had planted thee a noble vine, wholly a right seed: how then art thou turned into the degenerate plant of a strange vine unto me? ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία
22 For though thou wash thee with nitre, and take thee much soap, yet thine iniquity is marked before me, saith the Lord GOD. ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ λέγει κύριος
23 How canst thou say, I am not polluted, I have not gone after Baalim? see thy way in the valley, know what thou hast done: thou art a swift dromedary traversing her ways; πῶς ἐρεῖς οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς βααλ οὐκ ἐπορεύθην ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν τὰς ὁδοὺς αὐτῆς
24 A wild ass used to the wilderness, that snuffeth up the wind at her pleasure; in her occasion who can turn her away? all they that seek her will not weary themselves; in her month they shall find her. ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο παρεδόθη τίς ἐπιστρέψει αὐτήν πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν
25 Withhold thy foot from being unshod, and thy throat from thirst: but thou saidst, There is no hope: no; for I have loved strangers, and after them will I go. ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους ἡ δὲ εἶπεν ἀνδριοῦμαι ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο
26 As the thief is ashamed when he is found, so is the house of Israel ashamed; they, their kings, their princes, and their priests, and their prophets, ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ ισραηλ αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν
27 Saying to a stock, Thou art my father; and to a stone, Thou hast brought me forth: for they have turned their back unto me, and not their face: but in the time of their trouble they will say, Arise, and save us. τῷ ξύλῳ εἶπαν ὅτι πατήρ μου εἶ σύ καὶ τῷ λίθῳ σὺ ἐγέννησάς με καὶ ἔστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν ἀνάστα καὶ σῶσον ἡμᾶς
28 But where are thy gods that thou hast made thee? let them arise, if they can save thee in the time of thy trouble: for according to the number of thy cities are thy gods, O Judah. καὶ ποῦ εἰσιν οἱ θεοί σου οὓς ἐποίησας σεαυτῷ εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου ὅτι κατ' ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου ιουδα καὶ κατ' ἀριθμὸν διόδων τῆς ιερουσαλημ ἔθυον τῇ βααλ
29 Wherefore will ye plead with me? ye all have transgressed against me, saith the LORD. ἵνα τί λαλεῖτε πρός με πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ λέγει κύριος
30 In vain have I smitten your children; they received no correction: your own sword hath devoured your prophets, like a destroying lion. μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν παιδείαν οὐκ ἐδέξασθε μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων καὶ οὐκ ἐφοβήθητε
31 O generation, see ye the word of the LORD. Have I been a wilderness unto Israel? a land of darkness? wherefore say my people, We are lords; we will come no more unto thee? ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος μὴ ἔρημος ἐγενόμην τῷ ισραηλ ἢ γῆ κεχερσωμένη διὰ τί εἶπεν ὁ λαός μου οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι
32 Can a maid forget her ornaments, or a bride her attire? yet my people have forgotten me days without number. μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός
33 Why trimmest thou thy way to seek love? therefore hast thou also taught the wicked ones thy ways. τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν οὐχ οὕτως ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου
34 Also in thy skirts is found the blood of the souls of the poor innocents: I have not found it by secret search, but upon all these. καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθῴων οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς ἀλλ' ἐπὶ πάσῃ δρυί
35 Yet thou sayest, Because I am innocent, surely his anger shall turn from me. Behold, I will plead with thee, because thou sayest, I have not sinned. καὶ εἶπας ἀθῷός εἰμι ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε οὐχ ἥμαρτον
36 Why gaddest thou about so much to change thy way? thou also shalt be ashamed of Egypt, as thou wast ashamed of Assyria. τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου καὶ ἀπὸ αἰγύπτου καταισχυνθήσῃ καθὼς κατῃσχύνθης ἀπὸ ασσουρ
37 Yea, thou shalt go forth from him, and thine hands upon thine head: for the LORD hath rejected thy confidences, and thou shalt not prosper in them. ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ