Vers | English: King James Version | Greek OT: LXX [A] Accented |
1 | I am the man that hath seen affliction by the rod of his wrath. | ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ' ἐμέ |
2 | He hath led me, and brought me into darkness, but not into light. | παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς |
3 | Surely against me is he turned; he turneth his hand against me all the day. | πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν |
4 | My flesh and my skin hath he made old; he hath broken my bones. | ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν |
5 | He hath builded against me, and compassed me with gall and travail. | ἀνῳκοδόμησεν κατ' ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν |
6 | He hath set me in dark places, as they that be dead of old. | ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος |
7 | He hath hedged me about, that I cannot get out: he hath made my chain heavy. | ἀνῳκοδόμησεν κατ' ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου |
8 | Also when I cry and shout, he shutteth out my prayer. | καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου |
9 | He hath inclosed my ways with hewn stone, he hath made my paths crooked. | ἀνῳκοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν |
10 | He was unto me as a bear lying in wait, and as a lion in secret places. | ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις |
11 | He hath turned aside my ways, and pulled me in pieces: he hath made me desolate. | κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην |
12 | He hath bent his bow, and set me as a mark for the arrow. | ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος |
13 | He hath caused the arrows of his quiver to enter into my reins. | εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ |
14 | I was a derision to all my people; and their song all the day. | ἐγενήθην γέλως παντὶ λαῷ μου ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν |
15 | He hath filled me with bitterness, he hath made me drunken with wormwood. | ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολῆς |
16 | He hath also broken my teeth with gravel stones, he hath covered me with ashes. | καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόν |
17 | And thou hast removed my soul far off from peace: I forgat prosperity. | καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ |
18 | And I said, My strength and my hope is perished from the LORD: | καὶ εἶπα ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου |
19 | Remembering mine affliction and my misery, the wormwood and the gall. | ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου |
20 | My soul hath them still in remembrance, and is humbled in me. | μνησθήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ἡ ψυχή μου |
21 | This I recall to my mind, therefore have I hope. | ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ τοῦτο ὑπομενῶ |
22 | It is of the LORD's mercies that we are not consumed, because his compassions fail not. | |
23 | They are new every morning: great is thy faithfulness. | |
24 | The LORD is my portion, saith my soul; therefore will I hope in him. | |
25 | The LORD is good unto them that wait for him, to the soul that seeketh him. | ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν |
26 | It is good that a man should both hope and quietly wait for the salvation of the LORD. | καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου |
27 | It is good for a man that he bear the yoke in his youth. | ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ |
28 | He sitteth alone and keepeth silence, because he hath borne it upon him. | καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ' ἑαυτῷ |
29 | He putteth his mouth in the dust; if so be there may be hope. | |
30 | He giveth his cheek to him that smiteth him: he is filled full with reproach. | δώσει τῷ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμῶν |
31 | For the Lord will not cast off for ever: | ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος |
32 | But though he cause grief, yet will he have compassion according to the multitude of his mercies. | ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ |
33 | For he doth not afflict willingly nor grieve the children of men. | ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός |
34 | To crush under his feet all the prisoners of the earth, | τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς |
35 | To turn aside the right of a man before the face of the most High, | τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου |
36 | To subvert a man in his cause, the Lord approveth not. | καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν |
37 | Who is he that saith, and it cometh to pass, when the Lord commandeth it not? | τίς οὕτως εἶπεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο |
38 | Out of the mouth of the most High proceedeth not evil and good? | ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν |
39 | Wherefore doth a living man complain, a man for the punishment of his sins? | τί γογγύσει ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ |
40 | Let us search and try our ways, and turn again to the LORD. | ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου |
41 | Let us lift up our heart with our hands unto God in the heavens. | ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ |
42 | We have transgressed and have rebelled: thou hast not pardoned. | ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης |
43 | Thou hast covered with anger, and persecuted us: thou hast slain, thou hast not pitied. | ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς ἀπέκτεινας οὐκ ἐφείσω |
44 | Thou hast covered thyself with a cloud, that our prayer should not pass through. | ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς |
45 | Thou hast made us as the offscouring and refuse in the midst of the people. | καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν |
46 | All our enemies have opened their mouths against us. | διήνοιξαν ἐφ' ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν |
47 | Fear and a snare is come upon us, desolation and destruction. | φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν ἔπαρσις καὶ συντριβή |
48 | Mine eye runneth down with rivers of water for the destruction of the daughter of my people. | ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου |
49 | Mine eye trickleth down, and ceaseth not, without any intermission, | ὁ ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν |
50 | Till the LORD look down, and behold from heaven. | ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ |
51 | Mine eye affecteth mine heart because of all the daughters of my city. | ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως |
52 | Mine enemies chased me sore, like a bird, without cause. | θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν |
53 | They have cut off my life in the dungeon, and cast a stone upon me. | ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμοί |
54 | Waters flowed over mine head; then I said, I am cut off. | ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἶπα ἀπῶσμαι |
55 | I called upon thy name, O LORD, out of the low dungeon. | ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου |
56 | Thou hast heard my voice: hide not thine ear at my breathing, at my cry. | φωνήν μου ἤκουσας μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου |
57 | Thou drewest near in the day that I called upon thee: thou saidst, Fear not. | εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι μὴ φοβοῦ |
58 | O Lord, thou hast pleaded the causes of my soul; thou hast redeemed my life. | ἐδίκασας κύριε τὰς δίκας τῆς ψυχῆς μου ἐλυτρώσω τὴν ζωήν μου |
59 | O LORD, thou hast seen my wrong: judge thou my cause. | εἶδες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου |
60 | Thou hast seen all their vengeance and all their imaginations against me. | εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί |
61 | Thou hast heard their reproach, O LORD, and all their imaginations against me; | ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ' ἐμοῦ |
62 | The lips of those that rose up against me, and their device against me all the day. | χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ' ἐμοῦ ὅλην τὴν ἡμέραν |
63 | Behold their sitting down, and their rising up; I am their musick. | καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν |
64 | Render unto them a recompence, O LORD, according to the work of their hands. | ἀποδώσεις αὐτοῖς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν |
65 | Give them sorrow of heart, thy curse unto them. | ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοῖς |
66 | Persecute and destroy them in anger from under the heavens of the LORD. | καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ κύριε |