Vers | English: King James Version | Greek OT: LXX [A] Accented |
1 | Instead of a friend become not an enemy; for [thereby] thou shalt inherit an ill name, shame, and reproach: even so shall a sinner that hath a double tongue. | |
2 | Extol not thyself in the counsel of thine own heart; that thy soul be not torn in pieces as a bull [straying alone.] | μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου |
3 | Thou shalt eat up thy leaves, and lose thy fruit, and leave thyself as a dry tree. | τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν |
4 | A wicked soul shall destroy him that hath it, and shall make him to be laughed to scorn of his enemies. | ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν |
5 | Sweet language will multiply friends: and a fairspeaking tongue will increase kind greetings. | λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα |
6 | Be in peace with many: nevertheless have but one counsellor of a thousand. | οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων |
7 | If thou wouldest get a friend, prove him first and be not hasty to credit him. | εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ |
8 | For some man is a friend for his own occasion, and will not abide in the day of thy trouble. | ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου |
9 | And there is a friend, who being turned to enmity, and strife will discover thy reproach. | καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει |
10 | Again, some friend is a companion at the table, and will not continue in the day of thy affliction. | καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου |
11 | But in thy prosperity he will be as thyself, and will be bold over thy servants. | καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται |
12 | If thou be brought low, he will be against thee, and will hide himself from thy face. | ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται |
13 | Separate thyself from thine enemies, and take heed of thy friends. | ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε |
14 | A faithfu1l friend is a strong defence: and he that hath found such an one hath found a treasure. | φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν |
15 | Nothing doth countervail a faithful friend, and his excellency is invaluable. | φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ |
16 | A faithful friend is the medicine of life; and they that fear the Lord shall find him. | φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν |
17 | Whoso feareth the Lord shall direct his friendship aright: for as he is, so shall his neighbour be also. | ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ' αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ |
18 | My son, gather instruction from thy youth up: so shalt thou find wisdom till thine old age. | τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν |
19 | Come unto her as one that ploweth and soweth, and wait for her good fruits: for thou shalt not toil much in labouring about her, but thou shalt eat of her fruits right soon. | ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς |
20 | She is very unpleasant to the unlearned: he that is without understanding will not remain with her. | ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος |
21 | She will lie upon him as a mighty stone of trial; and he will cast her from him ere it be long. | ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ' αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν |
22 | For wisdom is according to her name, and she is not manifest unto many. | σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά |
23 | Give ear, my son, receive my advice, and refuse not my counsel, | ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου |
24 | And put thy feet into her fetters, and thy neck into her chain. | καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου |
25 | Bow down thy shoulder, and bear her, and be not grieved with her bonds. | ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς |
26 | Come unto her with thy whole heart, and keep her ways with all thy power. | ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς |
27 | Search, and seek, and she shall be made known unto thee: and when thou hast got hold of her, let her not go. | ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν |
28 | For at the last thou shalt find her rest, and that shall be turned to thy joy. | ἐπ' ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην |
29 | Then shall her fetters be a strong defence for thee, and her chains a robe of glory. | καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης |
30 | For there is a golden ornament upon her, and her bands are purple lace. | κόσμος γὰρ χρύσεός ἐστιν ἐπ' αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον |
31 | Thou shalt put her on as a robe of honour, and shalt put her about thee as a crown of joy. | στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ |
32 | My son, if thou wilt, thou shalt be taught: and if thou wilt apply thy mind, thou shalt be prudent. | ἐὰν θέλῃς τέκνον παιδευθήσῃ καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου πανοῦργος ἔσῃ |
33 | If thou love to hear, thou shalt receive understanding: and if thou bow thine ear, thou shalt be wise, | ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ |
34 | Stand in the multitude of the elders; and cleave unto him that is wise. | ἐν πλήθει πρεσβυτέρων στῆθι καὶ τίς σοφός αὐτῷ προσκολλήθητι |
35 | Be willing to hear every godly discourse; and let not the parables of understanding escape thee. | πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε |
36 | And if thou seest a man of understanding, get thee betimes unto him, and let thy foot wear the steps of his door. | ἐὰν ἴδῃς συνετόν ὄρθριζε πρὸς αὐτόν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου |
37 | Let thy mind be upon the ordinances of the Lord and meditate continually in his commandments: he shall establish thine heart, and give thee wisdom at thine owns desire. | διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός αὐτὸς στηριεῖ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι |